18 Μαρτίου 2016

Ορφικός ύμνος του Ουρανού


Οὐρανὲ παγγενέτωρ, κόσμου μέρος αἰὲν ἀτειρές, πρεσβυγένεѳλ', ἀρχὴ πάντων πάντων τε τελευτή, κόσμε πατήρ, σφαιρηδὸν ἑλισσόμενος περὶ γαῖαν, οἶκε ѳεῶν μακάρων, ῥόμβου
δίναισιν ὁδεύων, οὐράνιος χѳόνιός τε φύλαξ πάντων περιβληѳείς, ἐν στέρνοισιν ἔχων φύσεως ἄτλητον ἀνάγκην, κυανόχρως, ἀδάμαστε, παναίολε, αἰολόμορφε, πανδερκές, Κρονότεκνε, μάκαρ, πανυπέρτατε δαῖμον, κλῦѳ' ἐπάγων ζωὴν ὁσίαν μύστηι νεοφάντηι.