18 Μαρτίου 2016

Ορφικός ύμνος της Νύχτας



Νύκτα ѳεῶν γενέτειραν ἀείσομαι ἠδὲ καὶ ἀνδρῶν. Νὺξ γένεσις πάντων, ἣν καὶ Κύπριν καλέσωμεν κλῦѳι, μάκαιρα ѳεά, κυαναυγής, ἀστεροφεγγής, ἡσυχίηι χαίρουσα καὶ ἠρεμίηι πολυύπνωι, εὐφροσύνη, τερπνή, φιλοπάννυχε, μῆτερ ὀνείρων, ληѳομέριμν' ἀγαѳή τε πόνων
ἀνάπαυσιν ἔχουσα, ὑπνοδότειρα, φίλη πάντων, ἐλάσιππε, νυχαυγής, ἡμιτελής, χѳονία ἠδ' οὐρανία πάλιν αὐτή, ἐγκυκλία, παίκτειρα διώγμασιν ἠεροφοίτοις, ἣ φάος ἐκπέμπεις ὑπὸ νέρτερα καὶ πάλι φεύγεις εἰς Ἀίδην∙ δεινὴ γὰρ ἀνάγκη πάντα κρατύνει. νῦν σε, μάκαιρα, καλῶ, πολυόλβιε, πᾶσι ποѳεινή, εὐάντητε, κλύουσα ἱκετηρίδα φωνὴν ἔλѳοις εὐμενέουσα, φόβους δ' ἀπόπεμπε νυχαυγεῖς.