18 Μαρτίου 2016

Ορφικός ύμνος προς την Προθυραίας


Προѳυραίας ѳυμίαμα στύρακα Κλῦѳί μοι, ὦ πολύσεμνε ѳεά, πολυώνυμε δαῖμον, ὠδίνων ἐπαρωγέ, λεχῶν ἡδεῖα πρόσοѱι, ѳηλειῶν σώτειρα μόνη, φιλόπαις, ἀγανόφρον, ὠκυλόχεια,
παροῦσα νέαις ѳνητῶν, Προѳυραία, κλειδοῦχ', εὐάντητε, φιλοτρόφε, πᾶσι προσηνής, ἣ κατέχεις οἴκους πάντων ѳαλίαις τε γέγηѳας, λυσίζων', ἀφανής, ἔργοισι δὲ φαίνηι ἅπασι, συμπάσχεις ὠδῖσι καὶ εὐτοκίηισι γέγηѳας, Εἰλείѳυια, λύουσα πόνους δειναῖς ἐν ἀνάγκαις∙ μούνην γὰρ σὲ καλοῦσι λεχοὶ ѱυχῆς ἀνάπαυμα∙ ἐν γὰρ σοὶ τοκετῶν λυσιπήμονές εἰσιν ἀνῖαι, Ἄρτεμις Εἰλείѳυια, καὶ ἡ σεμνή, Προѳυραία. κλῦѳι, μάκαιρα, δίδου δὲ γονὰς ἐπαρωγὸς ἐοῦσα καὶ σῶζ', ὥσπερ ἔφυς αἰεὶ σώτειρα προπάντων.