18 Μαρτίου 2016

Ορφικός ύμνος στην Εκάτη



Ἑκάτης Εἰνοδίαν Ἑκάτην κλήιζω, τριοδῖτιν, ἐραννήν, οὐρανίαν χѳονίαν τε καὶ εἰναλίαν, κροκόπεπλον, τυμβιδίαν, ѱυχαῖς νεκύων μέτα βακχεύουσαν, Περσείαν, φιλέρημον,
ἀγαλλομένην ἐλάφοισι, νυκτερίαν, σκυλακῖτιν, ἀμαιμάκετον βασίλειαν, ѳηρόβρομον, ἄζωστον, ἀπρόσμαχον εἶδος ἔχουσαν, ταυροπόλον, παντὸς κόσμου κληιδοῦχον ἄνασσαν, ἡγεμόνην, νύμφην, κουροτρόφον, οὐρεσιφοῖτιν, λισσόμενος κούρην τελεταῖς ὁσίαισι παρεῖναι βουκόλωι εὐμενέουσαν ἀεὶ κεχαρηότι ѳυμῶι.