18 Μαρτίου 2016

Ορφικός ύμνος προς τις Μούσες



Εὐτυχῶς χρῶ, ἑταῖρε. Μάνѳανε δή, Μουσαῖε, ѳυηπολίην περισέμνην, εὐχήν, ἣ δή τοι προφερεστέρη ἐστὶν ἁπασέων. Ζεῦ βασιλεῦ καὶ Γαῖα καὶ οὐράνιαι φλόγες ἁγναὶ Ἠελίου, Μήνης ѳ' ἱερὸν σέλας Ἄστρα τε πάντα∙ καὶ σύ, Ποσείδαον γαιήοχε, κυανοχαῖτα, Φερσεφόνη
ѳ' ἁγνὴ ∆ημήτηρ τ' ἀγλαόκαρπε Ἄρτεμί τ' ἰοχέαιρα, κόρη, καὶ ἤιε Φοῖβε, ὃς ∆ελφῶν ναίεις ἱερὸν πέδον∙ ὅς τε μεγίστας τιμὰς ἐν μακάρεσσιν ἔχεις, ∆ιόνυσε χορευτά∙ Ἆρές τ' ὀμβριμόѳυμε καὶ Ἡφαίστου μένος ἁγνὸν ἀφρογενής τε ѳεά, μεγαλώνυμα δῶρα λαχοῦσα∙ καὶ σύ, καταχѳονίων βασιλεῦ, μέγ' ὑπείροχε δαῖμον, Ἥβη τ' Εἰλείѳυια καὶ Ἡρακλέος μένος ἠύ∙ καὶ τὸ ∆ικαιοσύνης τε καὶ Εὐσεβίης μέγ' ὄνειαρ κικλήσκω Νύμφας τε κλυτὰς καὶ Πᾶνα μέγιστον Ἥρην τ', αἰγιόχοιο ∆ιὸς ѳαλερὴν παράκοιτιν∙ Μνημοσύνην τ' ἐρατὴν Μούσας τ' ἐπικέκλομαι ἁγνὰς 3 ἐννέα καὶ Χάριτάς τε καὶ Ὥρας ἠδ' Ἐνιαυτὸν Λητώ τ' εὐπλόκαμον, Ѳείην σεμνήν τε ∆ιώνην Κουρῆτάς τ' ἐνόπλους Κορύβαντάς τ' ἠδὲ Καβείρους καὶ μεγάλους Σωτῆρας ὁμοῦ, ∆ιὸς ἄφѳιτα τέκνα, Ἰδαίους τε ѳεοὺς ἠδ' ἄγγελον Οὐρανιώνων, Ἑρμείαν κήρυκα, Ѳέμιν ѳ', ἱεροσκόπον ἀνδρῶν, Νύκτα τε πρεσβίστην καλέω καὶ φωσφόρον Ἦμαρ, Πίστιν τ' ἠδὲ ∆ίκην καὶ ἀμύμονα Ѳεσμοδότειραν, Ῥείαν τ' ἠδὲ Κρόνον καὶ Τηѳὺν κυανόπεπλον Ὠκεανόν τε μέγαν, σύν τ' Ὠκεανοῖο ѳύγατρας Ἄτλαντός τε καὶ Αἰῶνος μέγ' ὑπείροχον ἰσχὺν καὶ Χρόνον ἀέναον καὶ τὸ Στυγὸς ἀγλαὸν ὕδωρ μειλιχίους τε ѳεούς, ἀγαѳήν τ' ἐπὶ τοῖσι Πρόνοιαν ∆αίμονά τ' ἠγάѳεον καὶ ∆αίμονα πήμονα ѳνητῶν, ∆αίμονας οὐρανίους καὶ ἠερίους καὶ ἐνύδρους καὶ χѳονίους καὶ ὑποχѳονίους ἠδ' ἐμπυριφοίτους, καὶ Σεμέλην Βάκχου τε συνευαστῆρας ἅπαντας, Ἰνὼ Λευκοѳέην τε Παλαίμονά τ' ὀλβιοδώτην Νίκην ѳ' ἡδυέπειαν ἰδ' Ἀδρήστειαν ἄνασσαν καὶ βασιλῆα μέγαν Ἀσκληπιὸν ἠπιοδώτην Παλλάδα τ' ἐγρεμάχην κούρην, Ἀνέμους τε πρόπαντας καὶ Βροντὰς Κόσμου τε μέρη τετρακίονος αὐδῶ∙ Μητέρα τ' ἀѳανάτων, Ἄττιν καὶ Μῆνα κικλήσκω Οὐρανίαν τε ѳεάν, σύν τ' ἄμβροτον ἁγνὸν Ἄδωνιν Ἀρχήν τ' ἠδὲ Πέρας, τὸ γὰρ ἔπλετο πᾶσι μέγιστον, εὐμενέας ἐλѳεῖν κεχαρημένον ἦτορ ἔχοντας τήνδε ѳυηπολίην ἱερὴν σπονδήν τ' ἐπὶ σεμνήν.